Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.369 Joseph. AJ 16.375 (English) >>Joseph. AJ 16.381

16.373

Ὡς δʼ ἦλθεν εἰς Καισάρειαν γίνεται λόγος οὖν ἦν εὐθὺς ἅπασιν τῶν παίδων καὶ μετέωρος βασιλεία, ποῖ ποτε χωρήσειεν τὰ κατʼ αὐτοὺς ἐκδεχομένων· 16.374δεινὸν γὰρ ὑπῄει πάντας δέος ἐκ παλαιοῦ καταστασιαζομένους εἰς αὐτὸ τὸ πέρας ἐλθεῖν, καὶ τοῖς μὲν πάθεσιν ἐδυσχέραινον, οὐκ ἦν δʼ οὔτε εἰπεῖν τι προπετὲς οὔτʼ ἄλλου λέγοντος ἀκούειν ἀκίνδυνον, ἀλλʼ ἐγκεκλεισμένοι τὸν ἔλεον ὀδυνηρῶς μὲν ἀναύδως δὲ τὴν ὑπερβολὴν τοῦ πάθους ἔφερον. 16.375εἷς δὲ αὐτῶν πάλαι στρατιώτης ὄνομα Τίρων, υἱοῦ αὐτῷ καθʼ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πάνθʼ ὅσα καὶ τοῖς ἄλλοις ὑποδυόμενα διʼ ἡσυχίας ἦν, αὐτὸς ὑπʼ ἐλευθεριότητος ἐξελάλει καὶ βοᾶν ἠναγκάζετο πολλάκις ἐν τοῖς πλήθεσιν ἀπαρακαλύπτως λέγων, 16.376ὡς ἀπόλοιτο μὲν ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν. 16.377τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δʼ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου. 16.378διὸ καὶ πάνθʼ ἅπερ αὐτὸς ἕκαστος εἴποιεν ἡδέως ἤκουον ὑπʼ ἐκείνου λεγόμενα καὶ τὸ καθʼ αὑτοὺς ἀσφαλὲς ἐν τῷ σιγᾶν προορώμενοι τὴν ἐκείνου παρρησίαν ὅμως ἀπεδέχοντο· τὸ γὰρ προσδοκώμενον πάθος ἐβιάζετο πάνθʼ ὁντινοῦν ὑπὲρ αὐτοῦ λαλεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.369 Joseph. AJ 16.375 (English) >>Joseph. AJ 16.381

Powered by PhiloLogic